Ancient Greek
496.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 496.1
Unproofread scanNot analysed yet
ἠπείρου ἑκάστῳ ἀνθρώπῳ μοῖραν ἔχειν ἐκλήρωσαντο. Διὰ τοῦτο καὶ ἑκάστη μοῖρα τῆς γῆς ἄλλην καὶ παρηλλαγμένην φύσιν καὶ θέσιν ἔλαχεν. Καὶ γὰρ ἡ μὲν λευκὴ καὶ ἀργυλῶδης ἐστίν, ἡ δὲ μελανωτέρα, ἡ δὲ καὶ ἀμφοτέρων τὴν μορφὴν ἔλαχεν, ἡ δὲ ἄλλῃ τοῖς ἄνθροποι τῆς Ἀσσυρίης μίλτου ὁμοία καὶ παραπλησία, ἄλλαι δὲ ἐτεροειδεῖς· οὕτως γὰρ ὁ μέγας διανοησάμενος ἐσαύλατο Ζεὺς, οὕτως τοῖς ἀνθρώποις ἐτεροειδὴ πάντα κατεσκευάσεν. Ὑμεῖς δέ, ὦ ἠπειροὶ καὶ αἱ ἐν τῇ θαλάσσῃ καείμεναι νῆσοι καὶ τὰ ὕδατα τοῦ ὠκεανοῦ καὶ τὰ μεγάλα τοῦ πόντου χεύματα καὶ οἱ ποταμοὶ καὶ αἱ κρήναι καὶ τὰ βάθμια ἢ κατδάκια καὶ δασέα ὄρη, χαίρετε. Ἄρτι γὰρ καὶ τὸ μέγα χῦμα τῆς θαλάσσης ἐπέδραμον, ἄρτι δὲ τὸν πολλὰς ἔχοντα στροφὰς πόρον τῆς ἠπείρου· ἄντινων ποιημάτων ἕνεκα ἐκ τῶν μακαρίων καὶ ἀθανάτων θεῶν ἡ ἀνταπόδοσις ἀνταξία ἴσως γένοιτο.