Ancient Greek
502.5
TIMOTHEUS, timotheus_defluviis_ggm2 502.5
Unproofread scanNot analysed yet
10 Ἡ μὲν Λιβύη, φησιν, ἀπωθεν ἔχει τῆς Εὐρώπης τὸν ὄρον, τὰ τε Γάδειρα καὶ τὸ στόμα τοῦ Νείλου, ἀλλὰ κατὰ μὲν τὰ Γάδειρα διορίζεται ἀπὸ τῆς Εὐρώπης, κατὰ δὲ τὸ στόμα τοῦ Νείλου ἀπὸ τῆς Ἀσίας· ἀπωθεν δὲ φησι τῆς Εὐρώπης διὰ τὸ ὁρᾶσιν τὰ διὰ μέσου πελάγη, ἄπερ ἐν τοῖς ἐφεξῆς γνωμοθετεῖ. Ἀπωθεν τῆς Εὐρώπης, κατὰ μὲν δὲ μέρος συνάπτουσα τῇ Εὐρώπῃ· λοιδὸν δὲ, ὅτι τραπέζιον ἐστι τὸ σχῆμα τῆς Λιβύης, ἥ διὰ τὸν Νεῖλον χωρίζει γὰρ τὴν Λιβύην ἀπὸ τῆς Εὐρώπης, ἀρχομένην μὲν ἐξ αὐτῶν τῶν Γαδείρων, ληγούσης δὲ παρὰ τὸ Ἡρακλειωτικὸν στόμα. Λιβύη δὲ ἐκλήθη διὰ τὸ καταξήφειν, οἷον εἰ λυρῶ τις οὖσα καὶ λιβύη· εἴρηται δὲ Εὐρώπη διὰ τὸ εὐρος, ἤγου τὸ πλάτος· Ἀσία δὲ διὰ τὴν ὑγρασίαν· ὅσις γὰρ λέγεται ἡ ὑγρασία. Τὴν δὲ Λιβύην προέταξεν, ὅτι Λιβὺς ἦν, ἢ διὰ τὸν Νεῖλον.