Ancient Greek
509.8
TIMOTHEUS, timotheus_defluviis_ggm2 509.8
Unproofread scanNot analysed yet
121 Ὑσπληγγὶ δυοφερῇ] τῇ καμπῇ καὶ τῇ ἀρσταιρίᾳ τῇ μελαίνῃ καὶ τῇ ὀρμῇ. Ὑσπληγὲ δὲ κυρίως τὸ μηχάνημα τὸ ἀποκρούον τὸν κανόνα τοῦ δρομέως. Σημαίνει δὲ καὶ ἀρχὴν καὶ ἀρετηρίαν. Ἔστι δὲ σὸν γραμμῇ τινὶ καὶ διαίρεσις. Δυοφερὴ δὲ διὰ τὴν χροῖαν τῆς ἔχει θαλάσσης ἢ χώρας. Καὶ μετὰ τὸ κάμψαι πάλιν ὥσπερ ἀφεσις ἐστὶ τοῖν δρομέοι (δρόμοι)· ὅταν γὰρ πελάγη τῇ Κιλικίᾳ, πολὺν ἐπὶ δύσιν ἀνοχωρεῖ. Διὸ καὶ δράκοντι τὴν ἔρπωσιν αὐτὸν εἰκάζει, ἐπεὶ μὴ κατ᾽ εὐθὺ φέρεται, διεστραμμένος δὲ περὶ αὐτὸν εἰ-λεῖται· περὶ δὲ αὐτὴν νῦν χρή νοῆσαι, ἐπειδὴ ὁ Ἰσσιχὸς κόλπος πρὸς βορέαν ἀνατεινόμενος κατὰ τοῦτο τὸ μέρος ἐπικάμπτεται. Δυοφερὴ δὲ τῇ μελαγχείῳ· τὸ δὲ Κι-λικίων ἀποκαύεται, ὡς τέλος εἶναι τῆς φορᾶς ἄχρι Κιλικίας, τῇ δ᾽ ὅλη παραφορᾷ ἄχρι Παμφυλίας, ἀπὸ Παμφυλίας δὲ ἄχρι Χελιδονίων ἐπὶ δύσιν πάλιν. Ὅταν γὰρ, φησι, πρὸς τῇ γῇ τῶν Κιλικίων γένηται, τότε παύεται πρὸς βορρᾶν ἀνατεινόμενος, καὶ λοιπὸν ἐπικαμπτεται πρὸς δύσιν, διὰ τὸ ἐξ ἐκατέρας ἐπιφέ-ρεσθαι συμπεριεγυμμένῳ τῷ κόλπῳ τὰ κύματα, καὶ διὰ τοῦτο δυσπόρευν ποιεῖσθαι τὴν ἐπίβασιν κατὰ τὸ περιφερὲς τοῦ κόλπου. Ἡττονα γὰρ τῷ τάχει τῶν ἐπ᾽ εὐ-θείας φερομένων.