Ancient Greek
512.9
TIMOTHEUS, timotheus_defluviis_ggm2 512.9
Unproofread scanNot analysed yet
184. Ἐκ τοῦ σχήματος ἔλαβε τὴν ἀρχήν, εἰπὼν ὑπὸ γλωχίνα · ἐπὶ γὰρ τῶν ἔχοντων γωνίας ἡ λέξις, εἴγε τῶν τετραπλεύρων ἐστιν ἡ γωνία. Λέγει δὲ Μαυρουσίους ἔχειν, καὶ Νομάδων ἔθνη πολλὰ παρακεῖσθαι Μασασιούλων καὶ Μασυλίων, οὓς καὶ ἀγρονόμους εἶπε, διὰ τὸ μὴτ' ἀροῦν μήτε γεωργεῖν, ἀγρεύειν δὲ καὶ τούτῳ μόνῳ παρ' οἰκονομίαν κεχρῆσθαι. Οὐκοῦν ἀκόλουθον προπαρασχεῖν τὴν λέξιν· οὐ γὰρ ἐνέργειαν ἀλλὰ πᾶθος σημαίνει. Γλοχίνα δὲ εἶπε πρὸς τὸ σχῆμα τῆς γραμμῆς· πυραμὶς δέ, ἐπειδὴ πρὸς τῷ τέλει ἐστὶ τῶν Στρηλῶν. Πρῶτοι δὲ τῶν ἄλλων ἔθνων οἱ Μαυρούσιοι.