Ancient Greek
522.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 522.3
Unproofread scanNot analysed yet
489 Τὴν δὲ μὲ τ' Αἰόλου] Αἴολος ἀνὴρ ἐγένετο πολυχρόνιος τε καὶ ναυτικώτατος, προοδεὶν ἀνέμους ἱκανός, καὶ ἰστία πρώτος ἐξευρών· διὸ καὶ ταμίαν ἀνέμων αὐτὸν εἶναι λέγουσιν. Εἰς δὲ τῶν υἱῶν αὐτοῦ Ἰάκαστος τὸ Ῥήγιον ἔκτισε, πόλιν πρώην Ἐρυθρᾶν καλουμένην, ὡς ὁ Καλλίμαχος (fr. 202)· «Ῥήγιον ἄστιν λεπτὴν Ἰακάστον Αἰολίδα. »Φιλόξενο δὲ τὸν Αἴολον εἶπεν, ἐπειδὴ τὸν Ὀδυσεῖα ὑπεδέξατο, καὶ τοὺς ἀνέμους αὐτῷ παρέσχε. Ἄλλως. Ἄρνην πρὸ γάμου κύουσαν ὁ πατὴρ Αἴολος εἰς Ἰταλοὺς ἐφορίζει. Μεταπόντος δὲ ἀρχῶν τῶν τόπων γυναῖκα αὐτὴν ποιεῖται, τὴν πρότερον Σίριν μετοικίσας εἰς τὴν ὁμώνυμον αὐτῇ πόλιν. Οἱ δὲ τεχθέντες ἐξ Ἄρνης, Βοιωτὸς καὶ Αἴολος, βουλόμενοι τῆς μητρὸς κτεῖναι τὴν Σίριν, καὶ μετοικίζονται φόβῳ τοῦ Μεταπόντου· ἀλλ' ὁ μὲν εἰς Βοιωτίαν ἄμα τῇ μητρὶ, ὁ δὲ πρὸς Αἴπαραν τὸν τῶν πλησίων νήσων ἄρχοντα, [δς] καὶ υἱὸν αὐτὸν ποιεῖται καὶ μετὰ θάνατον τὰς νήσους αὐτῷ ἐξ, ἐξ οὗ Αἰολίδες ὠνομάσθησαν. Τούτων δὲ μία Ἱερὰ πῦρ ἀναδίδωσιν.