Ancient Greek
527.18 to 527.7
TIMOTHEUS, timotheus_defluviis_ggm2 527.18-7
Unproofread scanNot analysed yet
628. Πλαταμῶν κυρίως λέγεται ἐπὶ θαλάσσης πέτρας ὑπομεικτένας ἔχουσης. 629. Ἱστέον δὲ ὅτι ὁ Πτολεμαῖος οὐχ ὑποτίθεται περιέχεσθαι πᾶσαν τὴν Εὐρώπην καὶ Λιβύην ὑπὸ ὑδάτων, τὴν μέντοιγε Ἀσίαν πᾶσαν, χωρὶς τῶν ἀνατολικῶν μερῶν. Λοξόν, ὥστε μὴ καταδύεσθαι, ὅτι περὶ τοῦτο κυκλωτερὸς στρεφόμενος οὐ δύεται. 631. Μοῦσαι] Ὁμοίον εἰς τὰ τοῦ Ἀπολλωνίου (1, 22)· «Μοῦσαι δ’ ὑποφήτορες εἶεν δοιδήκ. »632. Τινὲς δὲ τὸ κυμαίνοντος ἐπὶ τοῦ Καυκάσου νοοῦσιν ὡς ἐπιδηχομένου πολλὴν χιόνα, ἤτοι ὅτι τοῦ Καυκάσου καταπνεομένου ἐκ τοῦ βορρᾶ πηγνύται οὕτως ὁ ποταμός. Ἄειφανές δὲ διὰ τὸ ἀφανῆ εἶναι τὰ βόρεια. Ἀνατέλλων, φησίν, ὁ ἥλιος ἀπὸ τῶν βορειοτέρων καμπτεῖ ἕως τὸ μεσουράνιον, καὶ πάλιν ἔρχεται ἐπὶ τὰ βόρεια δύων. Καὶ οὕτω συμβαίνει αὐτὸν περιικαμπτεῖν τὸν οὐρανόν. Καὶ ὅτε ἔστι, φησίν, εἰς τὸν θερινὸν τροπικὸν ὁ ἥλιος, ὅλος ὁ κύκλος ἄνω ἐστὶ, καὶ γίνεται τοῖς ἐκεῖσε ἐξάμηνόν φῶς τὰς νύκτας καὶ τὰς ἡμέρας. Ἔως οὖ ἔλθῃ, φησί, πρὸς τοὺς Αἰθίοπας, ἀντὶ τοῦ ἕως ἂν ἔλθῃ εἰς τὸν ἰσημερινὸν κύκλον, ὁ ἐστιν εἰς τὴν ἀρχὴν τοῦ ζυγοῦ. Νοῦν γὰρ ἐκεῖθεν ὡς ἐπὶ τοὺς Αἰθίοπας ἀποτελεῖ τοὺς ἐπὶ τὸν βόρειον ὠκεανὸν πόλιν τείνων ἐπιμᾶχην τὴν νύκτα. Ἴσως οὖν Αἰθίοπας λέγει τὸ νότιον ἡμικύκλιον. Τὸ γὰρ ἐπικείμενον ἐστὶ τὸ βόρειον. 692. Κωλιάδος] Ἀφροδίτης. Τυρρηνοὺς νικήσαντες Ἀθηναῖοι ἔλαβον αἰχμαλωσίαν· μία δὲ γυνὴ τῶν Τυρρηνῶν ἐφύλαξεν ἕνα καὶ φυγὼν ἔκτισε ἱερὰ τῇ Ἀφροδίτῃ ὀνομάσασα Κωλιάδα ἀπὸ τοῦ λυθῆναι τὰ κώλα, ἢ ὅτι ἀλλοῦ θύοντος, ἤρπασεν δρὲνον τὸ κῶλον καὶ ἐκεῖσε ἀπέθετο. 693. Ἡ δὲ Ταπροβάνη τῆς Ἀρριωτῆς νήσου ἱερὰ χρυσῆ δὲ ἀντὶ τοῦ ἐρυθρά. Ταύτην δὲ Χρυσὴν γερόντησον ὁ Πτολεμαῖος φησὶ· κεῖται δὲ ἐν τῇ χώρᾳ τῶν Ἰνδῶν. 696. Φησὶ δὲ ὅτι ἐκεῖ κεῖται ὁ καρκῖνος κατὰ τὸ ἑαυτοῦ κλῖμα. Αἰθῶναι δὲ αὐτὸν εἶπεν, ἤτοι διὰ τὸ τοῦ θηρίου διάπυρον, ἢ ὅτι ὁ ἥλιος ἐν αὐτῷ γιγόμενος σφοδρῶς καίει. Κατὰ κύκλον δὲ, ἢ διὰ τὴν περιφέρεσιν ἢ τὴν θερινὴν τροπήν.