Ancient Greek
532.12 to 532.17
TIMOTHEUS, timotheus_defluviis_ggm2 532.12-17
Unproofread scanNot analysed yet
Ἔστι δὲ τὸ στάδιον ἔχον μήκος ὁποῖον ἐστὶ τὸ τοῦ ἱπποδρομίου. Τοιαῦτα δὲ ἑπτά [καὶ ἡμισυ] ποιοῦσι μίλιον ἓν. Ὅτι κα’ μυριάδων [καὶ δισχιλίων?] σταδίων ἐστὶν ἡ περιήγησις τῆς γῆς, ὡς τῷ Ἐρατοσθένει δοκεῖ. Ὅτι ὁ ὠκεανὸς εἰς τέσσαρα πελάγη μερίζεται· εἰς τὸ Ἀτλαντικόν, Κρονίον τὸ καὶ νεκρόν, Ἰνδικόν Ἐρυθραῖόν τε ἢ Αἰθιοπικόν. Ὅτι ἰδ’ κόλποι ἀπὸ τῆς δυτικῆς θαλάσσης ἕως τῆς Παμφυλίας· ἀπὸ [δὲ] τῆς Κρονίας θαλάσσης εἰς τὴν Κασπίαν τὴν καὶ Ὑρκανίαν ὁ Περσικὸς κόλπος κατέναντι τῆς Κασπίας καὶ ὁ Ἀραβικός. Πρῶτος ἀπὸ τῆς δύσεως ἀρχόμενος πόντος ὁ Ἰβηρικός· δεύτερος, ἔχόμενος τούτου, ὁ Γαλατικός· τρίτος ἐφεξὴς ὁ Λιγυστικός· δ’ ἐφεξὴς τούτου πρὸς νότον ὁ Κυρηνικός· ε’ τούτου νοτιώτερος ὁ Σαρδῶνος· ζ’ ἔχόμενος τούτου πρὸς νότον ὁ Τυρρηνικός· η’ ἀνατολικώτερος τούτου κυρτὸν ἐπιστρεφόμενος ὁ Ἰστικὸς· θ’ ὁ Κρητικός· ι’ ὁ Εὐξείνος πόντος. Ἡ Λιβύη ἀρχεται ἀπὸ Γαδείρων καὶ λήγει εἰς Αἰθιοπίαν γῆν τῶν Ἐρεμβῶν. Ὅτι Νεαπόλες δ’· α’ τῆς Ἀφρικῆς, β’ τῆς Καμπαίας, γ’ τῆς Συρίας, δ’ τῆς Αἰτωλίας.