Ancient Greek
533.8
TIMOTHEUS, timotheus_defluviis_ggm2 533.8
Unproofread scanNot analysed yet
τε Ἀβίνης τε καὶ Ἀλῦβης, ὁ ἀναμεταξὺ τῆς τε Εὐρώπης τε καὶ Αἰδύνης πόντος Ἰβηρικὸς καλεῖται· ὁ δὲ μετὰ τοῦτον Γαλατικὸς πρὸς τὸν βορρᾶν· πρὸς γὰρ τὸν νότον ὁ Σαρδόνιος πόντος ἐστὶ· μετὰ δὲ τὸν Γαλατικὸν ὁ Λιγυστικὸς πόντος ἐστὶ· μετὰ δὲ τὸν Λιγυ- 55 στικὸν ὁ Τυρσηνικός· μετὰ δὲ τὸν Τύρσηνικὸν ὁ Σικελικός, καὶ ἐστὶ μέχρι τῆς Καλαβρίας, ἐξ ἐναντίας τῆς μικρᾶς Σικελίας. Μετὰ δὲ τὸν Σικελικὸν πόντον ὁ Ἄδρια πόντος ἐστίν, ὅστις καὶ Ἰωνίος καλεῖται· ἐστὶ δὲ οὗτος πρὸς τὸν βορρᾶν, κλίων ὀλίγον πρὸς δυσμὰς. 1010 Πρὸς δὲ τὴν μεγάλην Σύρτιν ἑῶς τῆς Αἰδύνης ὁ Αἰδυκὸς πόντος ἐστὶ. Μετὰ δὲ τοῦτον ἑτεροὶ δύο πόντοι γεγόνασιν, ὁ μὲν πρὸς νότον, ὁ δὲ πρὸς βορρᾶν. Καὶ ὁ μὲν πρὸς βορρᾶν Σιδώνια καλεῖται καὶ Ἰσσυκὸς κόλπος· ἐστὶ δὲ ὅπου ἡ Ἴσσος πόλις κείται. Ὁ δὲ πρὸς νότον Φαρίη 1515 καλεῖται· ἐστὶ δὲ ὅπου τὸ Κάσιον ὄρος ἐστίν. Ὑπεράνω δὲ τῆς νήσου τῆς Κρήτης πρὸς μὲν τὴν δύσιν Κρητικὸν πέλᾶγος καλεῖται· πρὸς δὲ τὴν ἀνατολὴν Μυρτών· πρὸς δὲ τὸν βορρᾶν εἰς τὸ μέσον τούτων εἰσὶν αἱ Κυκλάδες νῆσοι. Ὑπεράνω δὲ τῶν νήσων Αἰγαῖον πέλᾶγος καλεῖ- 2020 ται, καὶ ἑρρεται μέχρι τῆς Τενέδου τῆς νήσου. Ἀπὸ δὲ τῆς Τενέδου ἐρχόμενος πρὸς τὸν βορρᾶν οὗτος ὁ ἐπιμήκης ἰσθμὸς Ἑλλησπόντος καλεῖται. Τὸ δὲ ὑπὲρ τούτου σφαιροειδὲς Προποντίς λέγεται. Ὁ δὲ ἐπιμήκης ἰσθμὸς ὑπὲρ τῆσδε Βόσπορος λέγεται. Τὸ δὲ ἐξῆς ἄνω πρὸς τὸν 2525 βορρᾶν μέρος Εὐξεῖνος καὶ Ποντικὸς πόντος καλεῖται καὶ ἐκτείνεται μᾶλλον πρὸς τὴν ἀνατολὴν. Τὸ δὲ ὑπὲρ τούτου Μαῶτις λέγεται λίμνη, ἥς ὑπεράνω οὐκ ἐστὶ τις ἄλλη θάλασσα, ἀλλὰ ποταμὸς ὁ καλούμενος Τάναις, ὅς εἰς αὐτὴν τὴν Μαῶτιδα ἐκ τῶν Σκυθικῶν ὄρεων εἰσέρ- 3030 χεται. Καὶ ταῦτα μὲν περὶ τῶν τοῦ ὠκεανοῦ κόλπων.