Ancient Greek
537.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 537.1
Unproofread scanNot analysed yet
Περὶ τῶν νήσων τῆς Ἰσπερίας καὶ Φοινικῆς θαλάσσης. 447-511. Ἄκουσον δὴ ἤδη καὶ πάσας τὰς νήσους, αἵτινες οἰκοῦνται παρὰ τῶν ἀνθρώπων ἐν τῇ θαλάσσῃ τῇ τε Ἰσπερίᾳ καὶ Φοινικῇ. Αἱ νῆσοι αἱ Γυμνάσαι τῆς Ἰσπερίας ἀλός εἰσιν αὗται· ἡ Βούσος, ἡ Σαρδὼ ἡ πλατεῖα καὶ ἡ ἐπέραστος Κύρος, ἥτινα καὶ κεφαλήν καλοῦσι διὰ τὰς πολλὰς ἔχορας τῶν ὄρεων καὶ τὰ δάση. Μετὰ δὲ τὴν Κύρον εἰσιν αἱ περίδρομοι νῆσοι τοῦ Ἰπ- 10 πότου υἱοῦ τοῦ Αἴολου, ἐξ ὧν αἱ ἑπτὰ μόνον εἰσι πλεῖσται καὶ ἐπωνύμοι τοῖς ἀνδράσιν (εἰσὶ δὲ αὗται, ἡ Στρογγύλη, ἡ Εὐώνυμος, ἡ Διδύμη, ἡ Φοινικοῦδος, ἡ Ἐρωκώδης, ἡ Ἰσρὰ Ἡφαίστου καὶ Λιπαρά), καὶ ἡ Τρινακρία· κατὰ δὲ τὴν ἄκραν ταύτης εἰσὶν ἡ Πάχυνος καὶ ἡ Πελωρὶς καὶ ἡ Λιβύη. Ἀλλ’ ἡ μὲν Λιβύη ἐστὶ 15 πρὸς τὸν ζέφυρον, [ἡ δὲ Πάχυνος πρὸς τὰς ἀνατολὰς] ἡ δὲ Πελωρὶς πρὸς τὸν ἄρκτον, ὁρώσα πρὸς τὴν Αὔσονίαν γῆν· καὶ ταύτης πρὸς μὲν τὸν βορρᾶν ἔστιν ὀλιγοῦ ὁδὸς τοῖς ναύταις· πρὸς δὲ τὸν νότον ἔστιν ὁ Λιβυκὸς πόρος, καὶ ἡ ἀρχὴ τῆς μεγαλωτέρας Σύρτιδος. Πρὸς 20 τὴν δύσιν ἔστιν ἡ ἑτέρα Σύρτις ἡ μικρά, ἥστινος ἐμπροσθεν εἰσὶ δύο νησίσδια, ἡ Μῆνις καὶ τὰ Κέρκυνα, καὶ ἔχουσι τὸν λιμένα καὶ τὴν πορείαν ἀπὸ τῆς Λιβύης. Ἄλλ’ ὅταν δὴ μετὰ νηὸς ὁδεύῃς ἐπὶ τὴν Ἰαπυγίαν γῆν περὶ τὸν ἀριστερὸν πόρον τῆς Ἀδράμυτας θαλάσσης, πα- 25 ρευδὲς ἐδράσεις τὴν νῆσον τοῦ Διομήδους. Μετὰ δὲ τῆσδε τῆς νήσου αἱ Ἀφυρτίδες νῆσοι εἰσὶ πρὸς ἀνατολὰς. Ἐξῆς δὲ ἐπὶ ταύταις εἰσιν οἱ Λιβυριδᾶς νῆσοι. Ἐργομένους δὲ πρὸς νότον μετὰ τῆς νηὸς ἐπὶ τὰ δρυμὰ ὄρη, αἱ νῆσοι τῶν Ἀμπρακίων φαίνονται πόρρωθεν, 30 καὶ ἡ Λιπαρὰ Κέρκυρα, ἥτις καὶ Φαιακία λέγεται. Ἐπὶ ταύτῃ δὲ ἡ νῆσός ἐστιν Ἰθάκη καὶ τὰ ἄλλα νησίσδια, ὅσα ὁ Ἀγαλμὼς ὁ ποταμὸς περιστρέφει συρὸμενος ἀπὸ τῆς Χαλκίδος γῆς, λέγω δὴ τὰς λεγομένας Ἐχινάδας. Πρὸς δὲ τὸν βορρᾶν πολλαὶ νῆσοι φαί- 35 νονται ἀπὸ τοῦ Ἀμισοῦ ποταμοῦ, τὰ Αἴγυλα, τὰ Κύθηρα, ἡ τραχεῖα Καλαύρια. Ἐπὶ δὲ τὸ ἕτερον μέρος ἐξ ἀνατολῶν πρὸς δυσμὰς ἔστιν ἡ Κάρπαθος· [ἐγγὺς δὲ ταύτης] ἡ Κρήτη ἡ τιμὴ ἡ πολλὴ καὶ λιπαρὰ καὶ εὐτροφος. Ἐξεναντίας δὲ τῆς Αἰγύπτου ἔστιν ἡ 40 Ῥόδος, ἡ γῆ τῶν Ἰηλουσίων ἀνδρῶν. Μετ’ αὐτῆς δὲ εἰσιν αἱ Χελιδόνiai τρεῖς νῆσοι ἐπ’ ἀνατολὰς ἐνὸδεν τῆς μεγάλης ἄκρας τῆς Παταρηίδος. Ἡ Κύπρος δὲ, ἥτις καὶ Κεράστης ἐκαλεῖτο, ἔστι πρὸς ἀνατολὰς ἐνὸδεν τοῦ κόλπου τοῦ Παμφυλίου. Ἐγγὺς δὲ Φοινίκης ἐν τῷ Ἰστικῷ κόλπῳ κεῖται ἡ Ἀραδος.