Ancient Greek
538.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 538.1
Unproofread scanNot analysed yet
ὄντινων τὸ μέγεθός ἐστι πᾶν μέγα καὶ οὐδεμία νῆσος ἐξισοῦται τούτοις. Ὀνομάζονται δὲ αὗται ἡ μὲν Σκοτία, ἡ δὲ Ἑγλεία. Πλησίον δὲ τῶν Κασσιτερίδων νήσων τῶν μικρῶν ἐστιν ἕτερος πόρος, ὅπου α αἱ γυναῖκες τῶν Ἀμιτῶν ἐξεναντίως τῶν Διονύσων ἐρταίζουσιν. Διερχόμενος δὲ ἐπὶ τὰ ἐμπροσθεν μέρη τῶν Βρετανικῶν νήσων πολλὴν ὁδὸν εὑρήσεις τὴν Θουλήν νῆσον, ὅπου ἐκείσε πρὸς τὸν ἀρκτον ὁ ἥλιος ἑλίων τὰς ἡμέρας καὶ τὰς νύκτας τὸ ἀειλαμπὲς αὐτοῦ φῶς ἐκκέ- 10 χυται, διὰ τὸ ἐπίμηκες τῶν ἡμερῶν. Ἐμπροσθεν δὲ πάλιν ἐρχόμενος ἐπὶ τὴν ἀνατολικὴν θάλασσαν εὑρήσεις τὴν Χρυσὴν νῆσον, ὅπου τοῦ καθαροῦ ἡλίου ἡ ἀνατολὴ φαίνεται. Στραφεὶς δὲ ἐκεῖθεν ἐμπροσθεν ἐπὶ τῆς νοτίας κολώνης εὑρήσεις τὴν Ταπροβάνην τὴν 15 μεγάλην νῆσον τῆς Ἀφροδίτης, τὴν μητέρα τῶν Ἀεφάντων. Ὑπεράνωθεν δὲ ταύτης ἐν τῷ οὐρανίῳ κύκλῳ ἀναστρέφεται ὁ λαμπρὸς χαρίνους. Ἔστι δὲ πλατεὰ κατὰ τὸ μέγεθος· πανταχοῦ δὲ περὶ αὐτὴν οἰκοῦσι τοῦ Ἑρυθραίου πόντου τὸ ὀρεμάτιον, ἤγουν 20 (δῖνες καὶ) κῦττα ὁμοία τοῖς ὑψηλοῖς ὄρεσιν, ὅπου δυσχλῶς τις δύναται ἐκφυγεῖν τὰ στόματα αὐτῶν· πολλάκις γὰρ ταῦτα κατέπιον καὶ τοὺς ἐκεῖθεν περιπλέοντας σὺν ταῖς ναυσίν. Ἐμπροσθεν δὲ ἐπὶ τὰ μέρη τῆς Καραμανίδος τῆς ἐξωθεν ἀκρας ἐστιν ἡ Περσῶν 25 νῆσος, ἡ καλουμένη Ὠγυρίς, ὅπου ἐστὶ καὶ τὸ τύμβος τοῦ Ἑρυθραίου βασιλέως. Ἐρχόμενος δὲ ἐκεῖθεν ἐπὶ τὸ στόμα τῆς Περσικῆς θαλάσσης, ἤγουν τῆς Ἑρυθρᾶς, πρὸς τὰ βόρεια μέρη, εὑρήσεις τὴν Ἰακρον, ὅπου εἰσὶ τῆς Ἀρτέμιδος οἱ βωμοὶ οἱ αὐτομάτως καπνί- 30 ζοντες. Καὶ τούσας μὲν νήσους ἐπέχει ὁ Ὠκεανὸς μελίχους· εἰσὶ δὲ καὶ ἄλλαι πολλαί, αἱ μὲν ἐπὶ τῆς Λιβύης ἄλλος, αἱ δὲ ἐπὶ τῆς Ἀσίας, αἱ δὲ ἐπὶ τῆς Εὐρώπης· ἐξ ὧν αἱ μὲν οἰκοῦνται ὑπὸ τῶν ἀνθρώπων καὶ εἰσὶ γνωστοὶ τοῖς πλέουσι τὴν θάλασσαν, αἱ δὲ εἰσὶ 35 βαθύχρημοι καὶ τοῖς ἀνδράσιν ἀγνωστοι, ὧν τὰ ὀνόματα οὐκ ἐστὶ μοι εὐχολον εἰπεῖν σαφῶς. Καὶ ταῦτα μὲν εἴρηται περὶ τῶν νήσων.