Ancient Greek
545.1.24 to 545.1.33
TIMOTHEUS, timotheus_defluviis_ggm2 545.1.24-33
Unproofread scanNot analysed yet
ἡ δὲ νὺξ ὡρῶν οἷς μὲν τεσσάρων, οἷς δὲ τριῶν, οἷς δὲ δύο, οἷς δὲ καθόλου ἡμέρα ἀσκιος, τοῦ θερινοῦ κύκλου ὄντος διὰ πάσης τῆς θερινῆς τροπῆς ὑπεράνω αὐτῶν. Ἀπὸ γὰρ τῆς εἰκοστῆς τετάρτης τοῦ Μαρτίου μηνὸς τοῦ ἡλίου γενομένου ἐν τῷ κριῷ ἀρχεται αὐξάνειν ἡ ἡμέρα ἐν τοῖς τούτοις μέρεσι, καὶ γίνεσθαι ὡρῶν εἴκοσι· εἶτα φωτίζεσθαι καθ’ ὅλην τὴν ἡμέραν, καὶ εἶναι διαπαντὸς ἡμέραν, ἀπὸ τῆς εἰκοστῆς τρίτης τοῦ Μαίου μέχρι τῆς τοῦ Ἰουλίου εἰκοστῆς τρίτης, τοῦ ἡλίου τότε πολεῦντος ἐν τοῖς διδύμοις καὶ ἐν τῷ καρκίνῳ, ἤγουν ἐν τῷ θερινῷ τροπικῷ. Εἶτα πάλιν ἀναποδίζοντος καὶ περὶ τὸ ζωδίων τὸν ζυγὸν κατιόντος, κατ’ αὐτὴν [τὴν] μετοπωρινὴν ἰσημερίαν, τῇ εἰκοστῇ τρίτῃ τοῦ Σεπτεμβρίου μηνὸς, γίνεται αὐθὶς ἡ νὺξ ὡρῶν δεκαοκτὼ καὶ εἴκοσι, εἶτα ἐπείκεῖνα, ἡ δὲ ἡμέρα ὡρῶν ἕξ καὶ τεσσάρων καὶ βραχύτερον. Ἀπὸ δὲ τῆς ἀρχῆς τοῦ τοξότου κατὰ τὴν εἰκοστὴν τοῦ Νοεμβρίου μηνὸς μέχρι τοῦ τέλους τοῦ αἰγοκέρωτος, ἤγουν τῆς εἰκοστῆς τρίτης Ἰανουαρίου, τοῦ ἡλίου πολεύοντος κατὰ τὴν χειμερινὴν τελείως τροπὴν ἐπὶ τὰ νοτιώτερα μέρη, καθόλου νὺς ἐστὶν εἰς τὰ τοιαῦτα βορειότερα μέρη. Καὶ αὐθὶς ἄρχονται φωτίζεσθαι κατὰ μικρόν, ἕως οὖ γένωνται πεφωτισμένα καθ’ ὅλην τὴν ἡμέραν. Ἔστιν οὖν τὸ μὲν μῆκος τῆς γῆς ἀπὸ ἀνατολῆς ἕως δυσέως· τὸ δὲ πλάτος ἀπὸ τοῦ ἰσημερινοῦ ἄχρι τῶν βορειοτάτων μερῶν. Διπλασιάζει δὲ κατὰ τὸ μέτρον τὸ μῆκος τοῦ πλάτους· τὸ μὲν γὰρ μῆκος ἐστὶν, ὡς εἴρηται, σταδίων μυριάδων εἰκοσιπέντε, τὸ δὲ πλάτος σταδίων μυριάδων δώδεκα ἡμισυ.