Ancient Greek
546.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 546.3
Unproofread scanNot analysed yet
2. Οἱ μὲν οὖν παλαιοὶ τὴν οἰκουμένην ἐγραφον στρογγύλην, μέσῃν δὲ κεῖσθαι τὴν Ἑλλάδα, καὶ ταύτης Δελφούς· τῶν ὀμφαλῶν γὰρ ἔχειν τῆς γῆς. Πρῶτος δὲ Δημόκριτος, πολύπειρος ἀνὴρ, συνείδεν, ὅτι προμήκης ἐστὶν ἡ γῆ, ἡμιάλιον τὸ μήκος τοῦ πλάτους ἔχουσα· συνέψεσε τούτῳ καὶ Δικαιάρχος ὁ Περιπατητικός· Εὐδόξος δὲ τὸ μήκος διπλοῦν τοῦ πλάτους, ὁ δὲ Ἐρατοσθένης πλείον τοῦ διπλοῦ· Κράτης δὲ ὡς ἡμικύκλιον, Ἵππαρχος δὲ τραπεζοειδῆ, ἄλλοι οὐροειδῆ, Ποσειδώνιος δὲ ὁ Στωϊκὸς σφενδονοειδῆ καὶ μεσόπλατον ἀπὸ νότου εἰς βορρᾶν, στενὴν [δὲ] πρὸς ἑω καὶ δύσιν, τὰ πρὸς εὐρον δ' ὅμως πλατύτερα [τὰ] πρὸς τὴν Ἰνδικήν.