Ancient Greek
549.9
TIMOTHEUS, timotheus_defluviis_ggm2 549.9
Unproofread scanNot analysed yet
ἀπιοῦσι καὶ πεζῇ καὶ νήσοις στηιχὸν χαιμένας, 7. Τιμοσθένης δὲ, ὁ γράψας τοὺς περίπλους, δώδεκα φησι, προσθεὶς μέσον ἀπαρκτίου καὶ καϊκίου βορέαν, αὐρου δὲ καὶ νότου Φοίνιχα τὸν καὶ εὐρόνιον, μέσον δὲ νότου καὶ Λιβὸς τὸν λευκόντον ἤτοι Λιβόντον, μέσον δὲ ἀπαρκτίου καὶ ἀργέστου Θρασκίαν ἤτοι κίρκιον ὑπὸ τῶν περιόικων [ὀνομαζόμενον. "Ἔθνη δὲ οἰκεῖν τὰ πέρατα κατ' ἀπηλιώτην Βακτριανούς, κατ' εὐρὸν Ἰνδοὺς, κατὰ Φοίνιχα Ἐρυθρὰν θάλασσαν καὶ Αἰθιοπίαν, κατὰ νότον τὴν ὑπὲρ Αἴγυπτον Αἰθιοπίαν, κατὰ λευκόντον τοὺς ὑπὲρ Σύρτες Γαραμάντας, κατὰ Λίβα Αἰθίοπας δυσμικούς [τοὺς] ὑπὲρ Μαύρους, κατὰ ζέφυρον Στίλας καὶ ἀρχὰς Λιβύης καὶ Εὐρώπης, κατ' ἀργέστην Ἰβηρίαν τὴν νῦν Ἰσπανίαν, κατὰ δὲ Θρασκίαν [Κελτοὺς καὶ τὰ ὅμορα, κατὰ δ' ἀπαρκτίαν] τοὺς ὑπὲρ Θράκην Σκύθας, κατὰ δὲ βορρᾶν Πόντον, Μαϊωτίν, Σαρμάτας· κατὰ καϊκίαν Κασπίαν θάλασσαν καὶ Σάκας.