Ancient Greek
550.4
TIMOTHEUS, timotheus_defluviis_ggm2 550.4
Unproofread scanNot analysed yet
9. Διαδέχεται τὸ Αἰγαῖον[δ] Ἑλλήσποντος, λήγων εἰς Ἀβυδὸν καὶ Σηστόν· εἶτα ἡ Προποντίς λήγει εἰς Χαλκηδόνα καὶ Βυζάντιον, ἐνθα τὰ στενά, ἀφ' ὧν ὁ Πόντος ἀρχεται· εἶτα ἡ Μαϊωτίς λίμνη. Πάλιν δ' ἀπ' ἀρχῆς Εὐρώπης καὶ Λιβύης Ἰσπριχὸν τὸ ἀπὸ Στηλῶν εἰς Πυρήνην τὸ ὄρος, Λιγυστικὸν δὲ τὸ ἕως τῶν τῆς Τυρρηνίας περάτων, Σαρδῶν δὲ τὸ ὑπὲρ Σαρδὼ, νεῦσον πρὸς Λιβύην κάτω, Τυρρηνικὸν δὲ τὸ μέχρι Σικελίας, ἀρχόμενον ἀπὸ τῶν Λιγυστικῶς ἄκρων· εἶτα Λιβυκόν, εἶτα Κρητικὸν καὶ Σικελικὸν καὶ Ἰόνιον [καὶ Ἀδριανὸν τὸ ἀνακεχωρισμένον ἐκ τοῦ Σικελικοῦ πελάγους, ὃν *κα-λοῦσι Κορινθιακὸν κόλπον ἤτοι Ἀλκυονίδα θάλασσαν.