Ancient Greek
565.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 565.1
Unproofread scanNot analysed yet
ΔΙΑΓΝΩΣΙΣ EN ΕΠΙΤΟΜΗ ΤΗΣ EN TH ΣΦΑΙΡΑ ΓΕΩΓΡΑΦΙΑΣ. 1. Τοῦ τεχνικοῦ Πτολεμαίου διεξιόντος, δσα τῃ γεωγραφία σωφωτέρως διεθετο, οὐχ ἀπλῶς, οὐδ', ὡς ἄν τις εἴποι, ἐξ οἰκείας γνώμης ἢ δόξης, ἀλλὰ ταῖς τῶν παλαιοτέρων καὶ οὕτως ἐπακολουθῶν παραδόσεσι, καὶ τῶν μὲν τὰ δόξαντα ἀληθῆ εἶναι, ὡς καὶ αὐτὰ τὰ πράγματα ὑποβάλλουσιν, ἐπιβεβαιῶν, τῶν δὲ τὰ τῃ αἰσθήσει ὡς ψευδῆ ἀπελεληγμένα ἐπιστημονικῶς διορθοῦμενος· δεῖν προσεπεννοήσαμεν καὶ αὐτοὶ τὴν τοῦ παντὸς ὡς ἐν βραχεῖ συνελεῖν πραγματείαν, ὡς ἂν ἐπὶ μνήμης ἔχης, ὦ Φίλων ἄριστε, δσα καὶ διὰ ζωῆς φωνῆς παρ' ἡμῶν ἀκήκοας.