Ancient Greek
565.5 to 565.6
TIMOTHEUS, timotheus_defluviis_ggm2 565.5-6
Unproofread scanNot analysed yet
3. Εἴτα γραμμῇ διελόντες τὴν ὅλην οἰκουμένην ἀπὸ δύσεως μέχρι ἀνατολῶν, ἀφορίσωμεν τὸν βορρᾶν ἀπὸ τοῦ νότου. Καλοῖτο δ' ἂν ἡ γραμμὴ ἰσημερινὸς, ὡς ἐπὶ ταύτῃ δεῖ ἰσημερίας γινομένας, καὶ ὡς, ἐπειδὰν ἐν ταύτῃ τὴν ἀνατολὴν ποιῆται ὁ ἥλιος, ἰσημερίας κατὰ πᾶσαν γινομένης τὴν γῆν. 4. Ἔπειτα κύκλῳ δίχα τε καὶ πρὸς ὀρθὰς τῷ ἰσημεριῶ διελόντες τὴν οἰκουμένην, ἐκ τούτου τὸ δυσμικώτερον καὶ ἀνατολικώτερον τοῦ πόλου νοήσωμεν. Λέγεται δ' ἂν ἡ γραμμὴ αὕτη μεσημβρινὸς, ἐπειδὴ ἐν ταύτῃ γινόμενος καθ' ἑκάστην ὁ ἥλιος τὴν μεσημβρίαν ἀποτελεῖ. Ἀμφότερα δὲ μοι δοκεῖ καλὸν ὑποτυπῶσαι σχήμασιν, ὡς ἂν εὐληπτότερα σοι γένηται.