Ancient Greek
568.6
TIMOTHEUS, timotheus_defluviis_ggm2 568.6
Unproofread scanNot analysed yet
Ἔστα δ’ τρίτος παράλληλος,ἀπέχων μοιρὰς μὲν ιβ’ [καὶ] ἡμισείαν, διαφέρων δὲ ἡμισεῖ καὶ τετάρτῳ μιᾶς ὥρας. 13. Καὶ ἔξης ὁ τέταρτος, ἐν φ ἡ ἀρχὴ τῶν κλιμάτων τίθεται (τοῦτο γὰρ ἐστὶ τὸ διὰ Μεροῆς πρῶτον κλῖμα)· ἀπέχει δὲ τοῦ ἰσημερινοῦ πρὸς βορρᾶν μοίρας ις´, γ´, ιβ´, καὶ διαφέρει ὥρα μιᾷ, ἤγουν ἔχει τὴν μεγίστην ἡμέραν ὡρῶν ιγ´. Ἔχει δὲ μῆκος σταδίων μυριάδων ὀκτῶ καὶ ,σπλγ´ ἐγγύστα. Ἀντίκειται δ νοτιώτατος παράλληλος ὁ δεύτερος ἀπὸ τοῦ ἰσημερινοῦ πρὸς νότον ἀπέχων μοίρας ις´, γ´, ιβ´, ὅσα καὶ ὁ διὰ Μεροῆς πρὸς βορρᾶν, διαφέρων τε μιᾷ ὥρᾳ ὁμοίως τῷ διὰ Μεροῆς · ὡσαύτως δὲ καὶ τῷ μήκει ἴσος ἐστὶ τούτῳ· οὐ νοτιώτερον οὖδὲν ἐγνωρίσθη παρὰ ἀνθρώπων.