Ancient Greek
572.6
TIMOTHEUS, timotheus_defluviis_ggm2 572.6
Unproofread scanNot analysed yet
6. Ἔστι τοίνυν κατὰ τὸ κεφαλαιώδες ἐν μὲν τῇ Εὐρώπῃ ἔθνη τάδε· Ἰσπανίαι τρεῖς, ἃς Ἰβηρίας πρότερον ἐκάλουν. Αὗται δὲ χερρονήσου δίκην περιρρέουται ὑπὸ θαλάσσης κατὰ σφόδρα στενὸν ἰσθμὸν, ἐφ' οὗ τὰ Πυρηναῖά ἐστιν ὄρη, ἀφαιρούμενα τὰς Γαλλίας ἀπ' αὐτῶν. Καὶ ἐστιν ἡ μὲν Λυστανία πρὸς τῷ δυσμικῷ ὠκεανῷ, ἡ δὲ Βαϊτικὴ κατὰ τὴν ἔντος θάλασσαν, ὀλίγον τι καὶ τῆς ἔξω μετὰ τὸν πορθμὸν ἐπιλαμβάνουσα· ἡ δὲ Ταρρακωνησία δίγκει ἀπὸ τοῦ ὠκεανοῦ ἢ τῆς ἔκτος θαλάσσης ἐπὶ τὴν ἔντος θάλασσαν.