Ancient Greek
575.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 575.3
Unproofread scanNot analysed yet
18 Καὶ μετὰ τὸν μέγαν καταραχτὴν ἀπὸ μὲν δυσμῶν τοῦ Νείλου Εὐωνυμίται, Σεβρίδαι, Κάτοποι καὶ πρὸς τῇ Μεροῇ νήσῳ Μέμνονες· μεθ’ οὓς Ἐλεφαντοφόροι Αἰθίοπες· εἶτα Πεσενδάραι καὶ [ἡ] Κινναμωμοφόρος χώρα, τούτων δὲ δυτικωτέρα ἐστιν ἡ Φαζανία. Ἀπὸ δὲ ἀνατολῶν Κολοβοί, Ἄττεροι, Νοῦδαι ἕτεροι, Βλέμμυες, Στρουθοφάγοι καὶ ἡ Σιμυρφοῦχος χώρα. Τὴν δὲ λοιπὴν καὶ μεσημβρινωτάτην, μεθ’ ἣν ἡ ἀγνώστος ἐστι, κατέχουσι πρὸς μὲν τῷ Αἰθιοπικῷ καλουμένῳ Ὑποδρόμῳ Ὑποδρόφοι Αἰθίοπες, ὧν μεσημβρινώτεροί οἳ κοινῶς καλοῦνται Ἑσπερίαι. Τούτων δὲ ἀνατολικώτεροι Ἀθᾶκαι· τὰ δὲ περὶ τὸν κόλπον τῆς Βραχείας θαλάσσης Ἀνθρωποφάγοι Αἰθίοπες. Τούτων δὲ πρὸς ἀνατολὰς ἄμα καὶ μεσημβρίαν πλησιάζουσα τῇ ἀγνώστῳ ἐστὶ χώρα πολλὴ καλουμένη Ἀγισυμβα.