Ancient Greek
578.4
TIMOTHEUS, timotheus_defluviis_ggm2 578.4
Unproofread scanNot analysed yet
IX. 28 Περι ὀρῶν μεγίστων. Ἔστι δὲ καὶ τῶν ὀρῶν μέγιστα, ἐν μὲν τῇ Ἀσίᾳ δ τ' Ἴμαῦος καὶ τὰ Ἠμουδὰ καὶ τὰ Καυκάσια· ταῦτα δὲ καὶ τὰ Ῥίπαια φασὶ παρὰ πάντα ὑψηλότητα εἶναι· μέγιστον δ' ὄρος καὶ ὁ Παροπάνιας καὶ ὁ Ταῦρος, τῶν τε κατὰ τὴν Ἰνδικὴν τὰ πλεῖστα· τῶν δὲ Λιβυκῶν ὑψηλότητα μὲν δ τε μέγας Ἄτλας καὶ τὸ τῶν Θεῶν ὄρημα, μεγάλα δὲ καὶ ἐπιμεγέστατα τὰ Αἰθιοπικά· ἀρχόμενα γὰρ ἀπὸ τῆς μεσορῆς τῆς κατ' Αἴγυπτον κάτεισιν ἐπὶ μεσημβρίαν συνεχτεινούμενα τῇ τοῦ Νείλου πορείᾳ. Ἐν δὲ τῇ Εὐρώπῃ μέγιστα φασιν εἶναι τὰ Σαρματικά καὶ τὰ Ἄλπεια, εἰ τις αὐτὰ κατὰ συνάφειαν λαμβάνοι. Ἦλψαλ δὲ φασιν εἶναι καὶ τὰ Πυρηναία καὶ τὴν Ἰδοὺβαιδαν τῆς Ἰσπανίας, καὶ τὸν Μακεδονικὸν δὲ Ὀλυμπον καὶ τὸν Ἄθω καὶ τῆς Ἡπείρου τὰ Ἀχραεράνεια· ταῦτα δὲ καὶ ἀπὸ Κανυσίου φασιν ὁρᾶσθαι.