Ancient Greek
579.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 579.3
Unproofread scanNot analysed yet
31. Ἐν δὲ τῇ Λιβύῃ μέγιστός ἐστιν ὁ Νεῖλος· ὁρμώμενος γὰρ ἐκ τῶν ὑπὲρ τὸν ἰσημερινὸν ἐν βάθει τῆς μεσημβρίας τόπων, ἐκδίδωσιν εἰς τὴν καθ’ ἡμᾶς θάλασσαν, ἐλικογραφῶν, ὡς εἰκός, ὅπερ ἐστὶν ἴδιον ποταμῶν, ὡς πιθανὸν εἶναι μᾶλλον ἀπὸ τῶν ἐκεῖ γυνομένων κατὰ τὸ παρ’ ἡμῖν θέρος ὑδάτων ἢπερ ἀπὸ χιόνος σύστασιν τὴν πλημμυρίαν ἐνιαυσίῳ χρόνῳ ποιεισθαι. Φαίνεται δὲ καὶ ὁ Βαγραδὰς ὁ περὶ Καρχηδόνα ρέων καὶ ὁ Κίνυφ ἀπὸ τῶν νοτιωτάτων. Τῶν δὲ διαρρεόντων τὴν ἐντὸς Αἰθιοπίαν καὶ τὰς τε ἀρχὰς καὶ τὰ τέλη ἐν ἡπείρῳ ἔχοντων, μέγιστός ἐστιν ὁ τε Γῖρ καὶ Νίγυρ.