Ancient Greek
586.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 586.1
Unproofread scanNot analysed yet
Μετὰ δὲ τὴν Προποντίδα εἰς τετραστάδιον αὐδὶς στενοῦται καὶ [τὸ] στόμα τοῦ Πόντου, ὃ καλεῖται Βόσπορος Θράκιος. Ἐντεῦθεν δὲ ἤδη ὁ Πόντος αὐτὸς ἀνοίγεται διθάλασσος ὧν τρόπῳ τινί· κατὰ μέσον γὰρ αὐτοῦ δύο ἀνέχουσιν ἄκρα, ἀλλήλων ἀπέχοντα διχιλίους πού καὶ φ' σταδίους, ὧν ἡ μὲν ἀπὸ τῆς Ἀσίας ἐπ' ἀρχτοὺς ἀνατείνουσα καλεῖται Κάραμβις, ἡ δὲ ἀπὸ τῆς Εὐρώπης πρὸς νότον Κριοῦ μέτωπον προσαγορεύεται.