Ancient Greek
606.9
TIMOTHEUS, timotheus_defluviis_ggm2 606.9
Unproofread scanNot analysed yet
6. Ὅτι Ὅμηρος πᾶσαν τὴν καθ' ἡμᾶς παραλίαν γεωγραφεῖ, λέγων Λιβύην, Θήβας, Αἴγυπτον, Φοινίκην, Κύπρον, Σιδόνα, Σολύμους, Κάρας καὶ τὰς περὶ αὐτὰς νήσους· ἐπὶ δὲ Φρυγίαν καὶ Ἑλλήσποντον καὶ Τρῶας καὶ Παφλαγόνας καὶ Αἰτὴν καὶ Ἰάσονα καὶ Κιμμερίους καὶ τοὺς τοῖς Θραξὶ πλησιοχώρους Μυσούς περὶ τὸν Ἴστρον οἰκοῦντας· εἶτα Κίκονας καὶ Λάρισαν καὶ τὴν ἐξῆς Ἑλλάδα μέχρι τῆς Θεσπρωτίδος· εἶτα τὰ τῆς Ἰταλίας ἄκρα, Τεμέσθην καὶ Σικελούς καὶ Ἠλύσιον πεδίον. Εἰ δὲ τινα μεταξὺ παραλείπει, οὐ θαῦμα, τοιαύτη γὰρ ἡ γεωγραφία.