Ancient Greek
609.6
TIMOTHEUS, timotheus_defluviis_ggm2 609.6
Unproofread scanNot analysed yet
32. Ὅτι [τὸ] «Αἰθίοπας, τοὺς διχθὰ δεδαιταὶ ἄρχατοι ἀνδρῶν, Οἱ μὲν δυσόμενοι Ὑπείριον, οἱ δ᾽ ἀνιόντες, »Κράτης μὲν ἐξηγεῖται, ὅτι ἡ μεγάλη τῆς Ἰνδικῆς θαλάσσης, μεσερδολούσα τοὺς Αἰθίοπας ἐξ ἀνατολῶν ἐπὶ δυσμάς, ποιεῖ αὐτοὺς δεδαισταί· ὁ δὲ Ἀρίσταρχος συνεχὴ τὴν Αἰθιοπίαν λέγει εἶναι ἐξ ἀνατολῶν ἕως δυσμῶν· διὸ τοὺς μὲν αὐτῶν γνωρίζεσθαι, τοὺς ἄκρους, τοὺς μέσους δὲ ἀγνοεῖσθαι, εἰτε περιρρύτου οὖσης τῆς πάσης Λιβύης εἰτε ἰσθμοῦ τινὸς μεταξὺ τῆς τε Ἀτλαντικῆς θαλάσσης καὶ τῆς Ἐρυθρᾶς κειμένου, καὶ ἡμῖν ἀγνοουμένων τῶν ἐκείνη Αἰθιόπων κατοικούντων· καὶ διὰ τοῦτο δύο Αἰθιοπίαι λέγονται.