Ancient Greek
613.8
TIMOTHEUS, timotheus_defluviis_ggm2 613.8
Unproofread scanNot analysed yet
10. Ὅτι ἡ Καλπὴ ὄρος ἐστὶν Ἰβηρίας, ἔνθα ἡ ἑτέρα τῶν Πραχλέους Στηλῶν, πολλῷ τῆς νήσου τῶν Γαδείρων ἀνατολικωτέρα. . 11. Ὅτι τῆς Ἰταλίας ἡ νοτιωτάτη μερὶς διόρυφός ἐστιν· ὧν ἡ μὲν δυτικωτέρα κορυφὴ κατὰ Λευκοπέτραν ἄκραν ἀπέναντι τοῦ ἐν Σικελίᾳ Ταυρομενίου κείται, · κατὰ τὴν μεγάλην Ἑλλάδα· ἡ δὲ ἀνατολικωτέρα κορυφὴ ἡ ἄκρα ἐστὶν Ἰαπυγία, ἀπέναντι κειμένη πρὸς δυσμὰς τῶν Ἀκροχεραυνίων ὄρεων καὶ Χαόνων. Ὁ δὲ τῆς Κρότωνος καὶ Τάραντος κόλπος μεταξὺ ἐστὶ τῶν δύο κορυφῶν.