Ancient Greek
614.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 614.3
Unproofread scanNot analysed yet
14. Ὅτι ὁ γεωμετρικὸς, χρώμενος τῇ γνῶμονικῇ τε καὶ ἀστρονομικῇ ἀποδείξει, τοῦτ’ ἐστὶ τοῖς τῷ ἰσημερινῷ παραλλήλῳ κύκλῳ καὶ τοῖς μεσημβρινοῖς, καταμετρεῖ, τὴν μὲν οἰκήσιμον ἐμβατεύων, τὴν δ’ ἄλλην ἐκ τοῦ λόγου τῶν ἀποστάσεων· οὕτω δ’ ἂν εὐρίσκοι τὸ ἀπὸ τοῦ ἰσημερινοῦ ἕως τοῦ πόλου διάστημα. Ἔχων δὲ τούτου ἔχει καὶ τὸ τετραπλάσιον, τοῦτ’ ἐστὶ τὸν τῆς γῆς μέγιστον κύκλον. Λαβὼν δὲ διὰ τῶν ἀναμετρήσεων τῆς γῆς καὶ πιστεύσας τοῖς ἀναμετρήσασιν αὐτὴν ἔχει τὸν σταδιασμὸν τῆς περιμέτρου τῆς ὅλης γῆς, καὶ διὰ τούτου καὶ, δύο δοθεισῶν οἰκήσεων, εὑρίσκει τὸ μεταξὺ αὐτῶν διάστημα γεωμετρικῶς.