Ancient Greek
615.17
TIMOTHEUS, timotheus_defluviis_ggm2 615.17
Unproofread scanNot analysed yet
21. Ὅτι κατὰ Στράβωνα τὸ τῆς οἰκουμένης πλάτος ὁρίζεται τῷ τοῦ μεσημβρινοῦ μεγέθει τοῦ γραφομένου διὰ τῆς Κινναμωμοφόρου καὶ Μερόης καὶ Συήνης καὶ Ἀλεξανδρείας καὶ Ῥόδου καὶ Βυζαντίου καὶ Βορυσθένους καὶ τοῦ διὰ τῆς Ἰέρνης, νήσου Βρετανικῆς, παραλλήλου· τὸ δὲ μήκος τῷ μεγέθει τοῦ παραλλήλου τοῦ γραφομένου διὰ τε Στηλῶν καὶ Σικελίας καὶ Πελοποννήσου καὶ Ῥόδου καὶ Κύπρου καὶ Ἰστικοῦ κόλπου καὶ Ἀρμενίας καὶ Μηδίας μέσης καὶ τῆς ἐφεξῆς πρὸς ἀνατολὰς ὀρεινῆς ῥάγεως ἕως τῆς Ἰνδικῆς θαλάσσης. Καὶ ἐστι τὸ σχῆμα τοῦτο γλαμυδοειδὲς, πλατὺ μὲν ἔχον τὸ νότιον πλευρόν, στενὸν δὲ τὸ βόρειον, τὸ δὲ ἀνατολικὸν τῷ δυτικῷ ἴσον.