Ancient Greek
617.2 to 618.12
TIMOTHEUS, timotheus_defluviis_ggm2 617.2-618.12
Unproofread scanNot analysed yet
37. Ὅτι ἡ Εὐρώπη ἔχει πολὺ τὸ σοφὸν καὶ ἔντευχον τοῦ βίου, καθάπερ Ἕλληνες καὶ Μακεδόνες καὶ Ῥωμαῖοι. Ἔχει δὲ καὶ τὴν δρενὴν αὐτῆς μάχιμον γινόμενον, καὶ τὸ ἐν τῇ πεδίαδι εὐφρον καὶ χαρίσιμον. Καὶ διὰ τοῦτο ἀρίστη ἐστὶ τῶν ἄλλων γαίῶν, καὶ ἐπὶ διὰ τὰ μέταλλα. 38. Ὅτι οἱ Λίγυες οὐκ εἰσὶ μὲν Κελτικὸν ἔθνος, παραπλησίον δ’ αὐτοῖς τῷ βίῳ. Νέμονται δὲ μέρος τῶν Ἀλπεων, τὸ συνάπτον τοῖς Ἀπεννίνοις ὄρεσι· μέρος δὲ καὶ τῶν Ἀπεννίνων κατέχουσιν. 39. Ὅτι τὴν Ἰταλίαν ποιεῖ χερρόνησον τὸ τε Τυρρηνικὸν πέλαγος, ἀρξάμενον ἀπὸ τοῦ Λιγυστικοῦ, καὶ τὸ Αὐσονίον καὶ ἡ Ἀδρίας. 40. Ὅτι κατὰ Ἵππαρχον (καὶ) ἡ μία μοῖρα τοῦ οὐρανοῦ, τοῦτ’ ἐστὶ τὸ τζ’ τοῦ ὅλου κύκλου μεγίστου, στάδια ἀπολαμβάνει ἐπὶ τῆς γῆς ψ’. ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ Γ’. 1. Ὅτι τῆς Ἰβηρίας τὸ μὲν μήκος σταδίων ζ, τὸ δὲ πλάτος ε τὸ μέγιστον. Ταύτης δὲ τὸ μὲν πλεῖστον μέρος, καὶ μάλιστα τὸ βόρειον, τραχὺ καὶ λεπτόγεων καὶ δρυμώδες καὶ ὀλιγόκαρπον καὶ χρυμώδες· τὸ δὲ νότιον, καὶ μάλιστα τὸ ἔξω Στήλων, ἀριστον καὶ συν εὐδαιμονία οἰκουμένον. Βαιτικὴ· ἣν οἰκοῦσι Τουρδητανοί, σοφώτατοι τῶν Ἰβηρῶν ὄντες καὶ γραμματικὴν τέχνην καὶ ποιητάς καὶ ἱστορικοὺς, ὡς φασιν, ἐπὶ τῶν τοῦ Στραβῶνος χρόνων ἐτῶν ϛ ἔχοντες. Ἄλλὰ καὶ οἱ ἄλλοι Ἰβηρες, οὐχ ὁμόγλωσσοι ὄντες, γραμματικαῖς χρῶνται τέχαις ἕκαστοι κατὰ τὴν ἰδίαν γλῶσσαν. 13. Ὅτι Ἰβηρία πᾶσα τῶν ὀλεθρίων θηρίων σπανίζει, πλὴν τῶν γεωρύχων λαγιδίων, οὓς ἔνιοι λεσπρίδας προσαγορεύουσι· λυμαίνονται γὰρ καὶ φυτὰ καὶ σπέρματα βίζοραγούντες. Τοῦτο δὲ γίνεται καὶ ἕως Μασσαλίας καὶ τινων νήσων περὶ αὐτήν. 14. Ὅτι τοσοῦτος ἦν πλοῦτος τοῖς περὶ τὴν Τουρδητανικὴν Ἰβηρίαν, ὡς τοὺς μετὰ Βάρκα στρατεύσαντας Καρχηδονίους εὑρεῖν αὐτοὺς πίθοις καὶ φιάλαις πεναργύροις χρωμένους. 15. Ὅτι ἡ Λουσιτανία εὐδαίμων ἐστὶ καὶ ἔχει καὶ ψῦγμα χρυσοῦ πλείστον. 16. Ὅτι τὸ βορειότατον ἀκρον τῆς Ἰβηρίας Νέριον καλεῖται.