Ancient Greek
621.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 621.1
Unproofread scanNot analysed yet
καὶ πάλιν ὑπονοστεῖ, ἕως ἐλθοῦσα πρὸς τὰς ἀνατολὰς ζῳδιακὸν διάστημα τελῶς ῥηξίαν σχοίη. Εἶτα ἐν τῇ ῥηξίᾳ μένει, ἕως ἂν ὑψωθῇ τοῦ δρίζοντος τὸ ζῳδιακὸν διάστημα· καὶ οὕτως καθ’ ἑκάστην γίνεται ἡμέραν ἐξ αὐτίου. Ἡ δὲ μηνιαία γίνεται οὕτως· ἐπιτείνονται αἱ αὐξομεῖώσεις περὶ τὰς συνόδους καὶ πανσελήνους, μειοῦνται δὲ περὶ τὴν διχοτόμον ἑκατέραν. Ἡ δ’ ἐνιαυσιαία γίνεται οὕτως· περὶ τὰς τροπὰς ἑκατέρας τοῦ ἡλίου ἐπιτείνονται αἱ αὐξομεῖώσεις τῶν ἀμπώσεων, περὶ δὲ τὰς ἰσημερίας ἑκατέρας μειοῦνται ἐσχάτως· καὶ τοῦτο δεῖ γίνεται. Πάλιν δὲ τῆς σελήνης ἐν τοῖς τροπικοῖς [οὐσίας] ζῳδίοις ἀνωμαλίαν εἶναι τῶν ἀμπώσεων καὶ πλημῶν τῷ τε τάχει καὶ τῷ πλήθει τῶν αὐξομεῖώσεων, ἐν δὲ τοῖς ἰσημερίοις ὁμαλίαν τε καὶ εὐταξίαν, ἐν δὲ τοῖς διαμέσοις μεταξὺ τούτων.