Ancient Greek
627.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 627.2
Unproofread scanNot analysed yet
12. Ὅτι Τυρρηνὸν καλοῦνται ἀπὸ Τυρρηνοῦ τοῦ Ἄτυος στείλαντος ἐκ Λυδίας ἀποίκους εἰς τὴν χώραν ταύτην. Λιμῷ γὰρ ἡ Μηονία ἐπιέζετο· καὶ διὰ τοῦτο ὁ Ἄτυς βασιλεύων ἐκεῖ, Ἥρακλείδης δὴ ἀπὸ Ὀμφάλης, ἠναγκάζει τὸν μὲν ἕτερον τῶν παίδων, Λυδὸν καλούμενον, αὐτοῦ κατασχέιν, ἐξ οὗ καὶ ἡ χώρα Λυδία· τὸν δ' ἕτερον, Τυρρηνόν, στέλλει μετὰ τοῦ πλείστου λαοῦ, ὃς ἄλλην ὤκησε τὴν ἐξ αὐτοῦ Τυρρηνίαν.