Ancient Greek
627.6
TIMOTHEUS, timotheus_defluviis_ggm2 627.6
Unproofread scanNot analysed yet
16. Ὅτι τῆς Τυρρηνίας τὸ μὲν μῆκος, ἢ μέγιστόν ἐστιν, ἀπὸ Λούνης πόλεως μέχρι Ῥατίων, σταδίων διςχιλίων πεντακοσίων, πλάτος δὲ τοῦ ἡμίσεος ἐλαττον τὸ πρὸς τοῖς ὄρεσιν. Ἡ δὲ Λοῦνα μικρὰ μὲν ἐστι πόλις, ἔχει δὲ λιμένα μέγιστον καὶ κάλλιστον· ἔχει δὲ μέταλλα λίθου ποικίλου λευκοῦ ὑπογλαυκίζοντος, ἀφ' οὗ τὰ ἐν Ῥώμῃ ἕδρανα καὶ οἱ ναοὶ οἱ κάλλιστοι κοσμοῦνται. Οἱ δ' Ἕλληνες καλοῦσι τὸν λιμένα Σελήνης λιμένα.