Ancient Greek
628.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 628.2
Unproofread scanNot analysed yet
19. Ὅτι ἡ Κύρνος νῆσος ὑπὸ Ῥωμαίων Κορσίκᾳ καλεῖται. Οἰκεῖται δὲ φαύλως, τραχειὰ τε οὖσα καὶ τοῖς πλείστοις μέρεσι δύσβατος τελῶς· ὥστε τοὺς κατέχοντας τὰ ὄρη καὶ ἀπὸ ληστηρίων ζῶντας ἀγρωσέρους εἶναι θηρίων· οἱ δ' ἀνδραποδισθέντες αὐτῶν ἀγόμενοι εἰς δουλείαν ἢ οὐχ ὑπομένουσι τὴν ἢ ἀχρεῖοι τοῖς ὠνησαμένοις εἰσὶ. Μῆκος δὲ τῆς νήσου μίλια ρζ', πλάτος δὲ δ'. Σαρδόνος δὲ μῆκος μίλια σκ', πλάτος δὲ λγ'. Ἡ δὲ Σαρδὼν ἔχει μὲν πολὺ καὶ τὸ τραχὺ τῆς γῆς, ἔχει δὲ καὶ τὸ βαθὺν καὶ κάρπιμον, μάλιστα δ' ἐστὶ σιτοφόρος· ὅσα δὲ αὐτῆς εὐκαρπα χωρία, νοσηλὰ ἐστὶ καὶ λοιμώδη τοῦ θέρους.