Ancient Greek
629.2 to 630.31
TIMOTHEUS, timotheus_defluviis_ggm2 629.2-630.31
Unproofread scanNot analysed yet
25. Ὅτι ἀπὸ Ὀστίας ἕως Σινουέσσης ἡ παραλία Λατίνη καλεῖται· εἰς δὲ τὴν μεσόγαιαν μέχρι Καμπανίας διήχει καὶ Σαμνιτῶν. Ἄπασα δ' ἐστὶν εὐδαίμων καὶ πάμφορος, πλὴν ὀλίγων χωρίων λοιμωδῶν καὶ ἐλωδῶν καὶ νοσερῶν. 26. Ὅτι τὰ Ὀστία πόλις ἐστὶν ἀλιμνία παραλία διὰ τὰς τοῦ Τιβέριδος προχῶσεις. Ἐκδέχονται δὲ τὰς φορτηγοὺς ὀλκάδας πλησίον τὰ ὑπηρετικὰ σκάφη τὸν γόμον μεταγιγνόντα· καὶ οὕτως ὁ ἀνάπλους γίνεται πρὸς τὴν Ῥώμην, ἀπέχουσαν Ὀστίων στάδια ρά'. 27. Ὅτι Τυρρηνοὶ ἐλθόντες τὴν Ἑλλάδα· λαβόντες δὲ οἱ Ἕλληνες τινὰς αὐτῶν ἀπέστειλαν πρὸς τὰς Ῥωμαίους, ἐγχαλοῦντες ὡς οἱ δίκαια ποιούντων, εἰ γε Ἑλλήνων ἀποικοὶ ὄντες καὶ Διοσκούρων ἱερὸν ἐν τῇ ἀγορῇ ἱδρυσάμενοι, οὓς σωτῆρας εἶναι πάντες πιστεύουσιν, (οἱ δὲ) κατὰ τῆς τῶν Διοσκόρων πατρί- 29. Ὅτι ἡ Ἀππία ὁδὸς ἐστρωται ἀπὸ Ῥώμης μέχρι Βρεντεσίου. 30. Ὅτι οἱ πρῶτοι Ῥωμαῖοι ἐνόμιζον ἄμεινον εἶναι, ὅπως οἱ ἄνδρες ὡς τοῖς τείχεσι πρόβληται, ἀλλ’ οὐ τὰ τείχη τοῖς ἀνδράσι. Διὸ τὴν Ῥώμην οὐ κατὰ ἀφεσιν, ἀλλὰ κατὰ ἀνάγκην ἔστησαν ἐν ἐπιμάχῳ τόπῳ. 31. Ὅτι Αὐγούστος ἐνομοθέτησε Ῥωμαίοις, μὴ πλείω ποδῶν ο’ ὕψος οἰκοδομεῖν οἰκίας, προνοούμενος τῶν συμπτωμάτων. δος ληστὰς παραρῶσι στελλομένους, καὶ ταῦτα σύνο- 32. Ὅτι, τῶν Ἑλλήνων περὶ τὰς κτίσεις εὐστοχη- σάντων καὶ ἐρμυνότητος καὶ κάλλους καὶ λιμένων καὶ γύρας εὐρώας, οἱ Ῥωμαῖοι ὑπερεβάλλοντο ταῖς τε τῶν ὁδῶν στρώσει καὶ ὑδάτων εἰσάγωγαίς καὶ ὑπονόμοις. 33. Ὅτι οἱ πρῶτοι Ῥωμαῖοι, πρὸς ἄλλοις μείζοσι καὶ ἀναγκαιοτέροις ὄντες, ὀλιγώρουν τοῦ κάλλους τῆς Ῥώμης· οἱ δ’ ὕστεροι ἐπεμελήθησαν. 34. Ὅτι ἡ ἐν Ἰταλίᾳ Ἀγχὼν πόλις κτίσμα ἐστὶ Συρακουσίων τῶν τὴν Διονυσίου τυραννίδα μὴ ὑπομεινάντων, ἀλλὰ φυγόντων· ἐγεί δὲ καὶ λιμένα. μωτατοὶ ὄντες. Ῥωμαῖοι δ’ ἀκούσαντες ἐκώλυσαν 35. Ὅτι Ῥωμαῖοι τὴν Ἥραν Κύπραν καλοῦσι, τὸν δὲ Κρόνον Σατόρνιον. 36. Ὅτι Μάρσοι καὶ Πελῖγνοι καὶ Μαρρουκίνοι καὶ Φρεντανοί, περὶ τὸ Ἀπέννινον οἰκοῦντες, μαχιμώτατοί εἰσι καὶ πολλάκις τὴν ἀρετὴν αὐτῶν ἐπεδείξαντο·