Ancient Greek
631.7
TIMOTHEUS, timotheus_defluviis_ggm2 631.7
Unproofread scanNot analysed yet
43. Ὅτι ὑπὲρ τὴν Νεάπολιν ὄρος ἐστὶν Οὐεσούιον καλούμενον ,ἀγροῖς περιοικούμενον παγκαλοῖς ,πλὴν τῆς κορυφῆς· αὕτη δ' ἐπίπεδος μὲν πολὺ μέρος ἐστίν ,ἀκαρπος δ' ὅλη. Ἐκ δὲ τῆς ὄψεως τεφρώδης ἐστὶ καὶ κοιλὰδας φέρει σφραγώδεσιν πετρῶν αἰθαλωδῶν κατὰ τὴν χρόαν ,ὡς ἂν ἐκδεβρωμένων ὑπὸ πυρός· ὥστε τεκμηριεῖν ἂν τις τὸ χωρίον τοῦτο καίεσθαι πρότερον καὶ ἔχειν κρατήρας πυρός ,σδειοθήναι δ' ἐπιλιπτούσης τῆς βλῆς. Τάχα δὲ καὶ τῆς εὐκαρπίας τῆς κύκλῳ τοῦτο αἴτιον· ὥσπερ ἐν τῇ Κατάνῃ τὸ κατατεφρωθὲν μέρος ἐκ τῆς σποδοῦ τῆς ἀνενεχθείσης ὑπὸ τοῦ Αἰτναίου πυρὸς εὐάμπελον τὴν γῆν ἐποίησεν. Ἔχει μὲν γὰρ τὸ λιπαίνον καὶ ἡ ἐκτυρωμένη βίβλος καὶ ἡ ἐκφέρουσα τοὺς καρπούς. Πλεονάζουσα δὲ τῷ λίπει πρὸς ἐκπύρωσιν ἐπιτήδεια ,καθάπερ ἡ θεωδὴς πίσα· ἐξίν-