Ancient Greek
632.4
TIMOTHEUS, timotheus_defluviis_ggm2 632.4
Unproofread scanNot analysed yet
46. Ὅτι Τίμαιος ἱστορεῖ, ἀπὸ σεισμῶν λόφον τινὰ |τῶν περὶ τὴν Νεάπολιν νήσων καταπεσόντα ἀναβαλεῖν |πῦρ καὶ τὸ μεταξὺ αὐτοῦ καὶ τῆς θαλάσσης ἐξῶσαι |(πάλιν) ἐπὶ τὸ πέλαγος· τὸ δ' ἐκτετραφθέν τῆς γῆς, |μετεωρισμὸν λαβόν, κατασκήψαι πάλιν τυφωνοειδῶς |εἰς τὴν νῆσον, καὶ [εἰς] τρεῖς τὴν θάλατταν σταδίους |ἀναχωρήσασαν μετ' οὐ πολὺ ὑποστρέψαι καὶ τὴν παλιν- |ροίαν κατακλύσαι τὴν νῆσον καὶ γενέσθαι σβέσιν τοῦ ἐν |αὐτῇ πυρός· ἀπὸ δὲ τοῦ ἥχου τοὺς ἐν τῇ ἡπειρῷ φυ- |γεῖν ἐκ τῆς παραλίας εἰς τὴν Καμπανίαν.