Ancient Greek
633.9
TIMOTHEUS, timotheus_defluviis_ggm2 633.9
Unproofread scanNot analysed yet
7. "Ὅτι ἡ τῶν Λευκανῶν χώρα μεταξὺ κεῖται δύο θαλασσῶν· ὧν ἡ μὲν Τυρρηνικὴ ἀπὸ Λάου ποταμοῦ ἕως Σιλάρου ποταμοῦ ἐστιν, ἡ δὲ Σικελικὴ ἀπὸ Θουρίων εἰς Μεταπόντιον· κατὰ δὲ τὴν ἥπειρον ἀπὸ Σαμνιτῶν ἕως τοῦ ἰσθμοῦ τοῦ μεταξὺ Λάου τε ποταμοῦ καὶ Θουρίων· πλάτος δὲ τοῦ ἰσθμοῦ τούτου τ' στάδια. Πρὸς δὲ νότον ὑπὲρ τούτων Βρέττιοι ἔχουσιν ἕως τοῦ ἰσθμοῦ, ἀπολαμβάνοντες τὴν χερρόνησον τὴν μεταξὺ Ἱππωνιάτου κόλπου καὶ Σχυλλητικοῦ. Βρέττιους δὲ καλοῦσιν αὐτοὺς οἱ Λευκανοί, καὶ δηλοῖ τὸ ὄνομα ἀποστίας· δοῦλοι γὰρ ὄντες τῶν Λευκανῶν ἀπέστησαν αὐτῶν, συμμαχοῦντος Διονυσίου τοῦ Σικελίας τυράννου.