Ancient Greek
635.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 635.2
Unproofread scanNot analysed yet
12. Ὅτι Ἄληξ ποταμὸς διορίζει Ῥηγίνην τε καὶ Λοκρίδα· οὗ ἐν ταῖς ὀχθαῖς ἰδίῳ τι συμβαίνει περὶ τοὺς τέττιγας. Οἱ μὲν γὰρ ἐν τῇ τῶν Λοκρῶν περαῖᾳ φθέγγονται, τοῖς δὲ ἀφώνους εἶναι συμβαίνει. Τὸ δ’ αἴτιον εἰκάζουσιν, ὅτι τοῖς μὲν παλινσκιῶν ἐστὶ τὸ χωρίον, ὥστε ἀνδρόσους ὄντας μὴ διαστέλλειν τοὺς ὑμένας, τοῖς δὲ ἠλιαζομένοις ἡηροὺς καὶ κερατώδεις ἔχειν, ὥστε ἀπ’ αὐτῶν εὐρῶς ἐκπέμπεσθαι τὸν φθόγγον. Τὴν δὲ μεσόγαιαν Λοκρῶν καὶ Ῥηγίνων Βρεττίοι κατέχουσιν· ἐν οἷς καὶ ἡ ἀρίστη πίττα γίνεται καὶ πλεῖστη.