Ancient Greek
636.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 636.1
Unproofread scanNot analysed yet
χῶλος καλεῖται· εἶτα ἡ Κροτωνιάτις χώρα καὶ τῶν Ἰαπύγων ἄκραι τρεῖς· εἶτα τὸ Λακίνιον, ἱερὸν Ἥρας πλουσιώτατον. Ἀρχὴ δὲ ἐστὶ τοῦ Κροτωνιάτου κόλπου τὸ ἄκρον τοῦτο καὶ Ἄσαρος ποταμὸς καὶ Κρότων πόλις. Τοῦ δὲ θεοῦ χρήσαντος Ἀχαιοὺς Κρότωνα κτίζειν, ἀπεστάλη Μύσκαλος κατασκεψάμενος τὴν χώραν· ἰδὼν δὲ φασὶ ἐκτισμένην ἤδη Σύβαριν, ποταμῷ τῷ πλησίον ἐπωνύμῳ, κρίναι ταύτην εἶναι ἀμείνω· ἐπανελθόντα δ᾽ εἰδῆσαι τὸν θεόν, εἰ κελεύοι ταύτην ἀντ᾽ ἐκείνης κτίζειν· τὸν δ᾽ ἀνεπεῖν (ἐτύγχανε δὲ ὑπόκουφος ὤν ὁ Μύσκαλος)·