Ancient Greek
636.5
TIMOTHEUS, timotheus_defluviis_ggm2 636.5
Unproofread scanNot analysed yet
15. Ὅτι ἐφεξῆς τῷ Κρότωνι σταδίοις σ᾽ ἡ Σύβαρις ἐστὶ πόλις, μεταξὺ δυοῖν ποταμῶν Κράθιδος καὶ Συβαρίδος· τοσοῦτον δὲ ἡ πόλις εὐτύχησεν, ὡς ὁ μὲν ἰδνῶν τῶν πλησίον ἤρξεν, κε᾽ δὲ πόλεων, λ᾽ δὲ μυριάσιν ἀνδρῶν ἐπὶ Κρότωνα ἐστράτευσεν, ν᾽ δὲ σταδίων κύκλῳ ὁ συνοικῶντες ἐπλήρουν ἐπὶ τῇ Κράθιδι. Ὑπὸ μέντοι τρυφῆς καὶ ὑδρεως ἅπασαν τὴν εὐδαιμονίαν ἀφήρηθησαν ὑπὸ Κροτωνιατῶν ἐν ἡμέραις ο᾽. Ἑλόντες γὰρ τὴν πόλιν ἐπήγαγον τὸν ποταμὸν καὶ κατέκλυσαν. Τὴν δὲ πόλιν οἱ περιλειφθέντες εἰς ἕτερον τόπον μετέστησαν καὶ Θουρίους προσηγόρευσαν, ἀπὸ τινος χρόνης πλησίον οὖσης ὀνομάσαντες.