Ancient Greek
638.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 638.2
Unproofread scanNot analysed yet
21. Ὅτι Μύσχελλον καὶ Ἀρχίαν, εἰς Δελφοὺς ἀπελθόντας περὶ ἀποικίας, ἔρωτο ὁ θεός, πότερον βούλοιτο ἑκάτερος αὐτῶν, πλοῦτον ἢ ὑγίειαν· ἐλομένου δ' Ἀρχίου μὲν πλοῦτον, Μυσκέλλου δ' ὑγίειαν, ὁ θεὸς ἐκέλευσε τὸν μὲν Συρακοῦσας κτίσαι, Μύσχελλον δὲ Κρότωνα· καὶ συνέβη οὕτως. Τὴν γὰρ ἐν Κρότωνι ὑγίειαν μαρτυροῦσιν οἱ περὶ Μίλωνος Ὀλυμπιονικαί· τὴν δ' ἐν Συρακούσαις τὸ πλοῦτου ὑπερβολὴν ἡ παροιμία λέγουσα περὶ τῶν ὑπερβολῶν ὅτι «Οὐδὲ τὴν τῶν Συρακουσίων δεκάτῃ ἀμείβω. »