Ancient Greek
646.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 646.3
Unproofread scanNot analysed yet
22. Ὅτι Ῥῶξολανοί, περὶ τὴν Μαϊῶτιν οἰκοῦντες, ἐπολέμουν πρὸς τοὺς τοῦ Εὐπάτορος Μιθριδάτου στρατηγούς, ἔχοντες ἡγεμόνα Τάσιον. 23. Ὅτι αἱ τοῦ Βορυσθένους ποταμοῦ ἔκβολαι ἐν τῷ μυχῷ κεῖνται τοῦ Ταμυράκου κόλπου καὶ ἡ Βορυσθένης νῆσος· ὁ δὲ Καρκινίτης ποταμὸς ἐν τῷ μυχῷ ἐκδίδωσι τοῦ ὁμωνύμου κόλπου· καὶ περιέχεται μεταξὺ τῶν δύο κόλπων τούτων ἡ Ταυροσκυθία χερρονήσιζουσα, ἥς τὰ νότια μέρη εὐδεῖά ἐστιν αἰγιαλός, ὁ Ἀχῴλιος δρόμος.