Ancient Greek
652.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 652.2
Unproofread scanNot analysed yet
50. Ὅτι Πτολεμαῖος μὲν τὴν Μακεδονίας βορεῖον πέρασ εἶναι λέγει τὴν γραμμὴν τὴν διὰ Βερτίσκου ὄρους καὶ Σκάρδου καὶ Ὀρβήλου ἐκβαλλομένην, πρὸς ἀνατολὰς μὲν ἕως μέσης τῆς Προποντίδος, πρὸς δυσμὰς δὲ ἕως τῶν ἐκβολῶν Δρίλονος ποταμοῦ τοῦ ἐκ τοῦ Βερτίσκου ὄρους ἀνίσχοντος, ἵνα τὰ βορειότερα τῶν ὄρεων τούτων καὶ τῆς γραμμῆς ταύτης ἡ τὰ μὲν Ἰλλυρικὰ, τὰ δὲ Θράκιαι· ὁ δὲ Στράβων οὔχ οὕτως· ἀλλὰ τὴν Ἐγνατίαν ὁδὸν μεθόριον τίθησιν Ἰλλυρίας καὶ τῆς Ἡπείρου, ἀπὸ Ἀπολλωνίας ἕως πόλεως Λυγνίδου καὶ τόπου καλουμένου οὕτω Πυλῶνος· τὰ δὲ λοιπὰ τῆς ὁδοῦ ταύτης διὰ τε Ἡρακλείας καὶ Λυχνῶντος καὶ Ἑορδῶν εἰς Ἔδεσσαν καὶ Πέλλαν, ἕως Θεσσαλονικείας. Μίλια δὲ εἰσι ταῦτα διακόσια ἐξήκοντα ἑπτά· τὰ δὲ λοιπὰ ἕως ποταμοῦ Ἑβρου τοσαῦτα.