Ancient Greek
653.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 653.1
Unproofread scanNot analysed yet
σταδίων ἐστὶ δ', ὁ δὲ περίπλους τ' σταδίων ἐστίν. Περιιοῦσι δ' αὐτὸν Ἀμφίλοχοι μὲν πρὸς βορρᾶν, Ἀκαρνᾶνες δὲ πρὸς ἀνατολὰς, Κάσσωπαῖοι δὲ καὶ Νικοπόλις, Αὐγοῦστου κτίσμα, πρὸς δυσμάς. Ἐν δὲ τῷ μυχῷ τοῦ κόλπου Ἀμβρακία ἐστὶ πόλις, ἐξ ἧς ὁ κόλπος ὀνομάζεται, ὀλίγον ἀπὸ θαλάσσης· ἣν Πύρρος ὁ Ἠπειρώτης ἐπίσημον ἐποίησε, βασιλεύς τῇσθ χρησάμενος· κτίσμα δ' ἐστὶ Γόργου τοῦ Κυψέλου παιδὸς ἡ Ἀμβρακία πόλις.