Ancient Greek
654.4
TIMOTHEUS, timotheus_defluviis_ggm2 654.4
Unproofread scanNot analysed yet
64. Ὅτι ὁ Πηνειὸς ποταμὸς, ἀρχόμενος ἀπὸ τοῦ Πίνδου ὄρους, καὶ μένων διὰ τῶν Τεμπῶν καὶ διὰ μέσης Θεσσαλίας καὶ τῶν Λαπιθῶν καὶ Περραιβῶν, δεχόμε-νος τὲ τὸν Εὐρώποτα ποταμόν, ὃν Ὅμηρος Τιταρησίον ὠνόμασε, διορίζει Μακεδονίαν μὲν πρὸς βορρᾶν, Θεσ-σαλίαν δὲ πρὸς νότον· αἱ δὲ τοῦ Εὐρώποτος ποταμοῦ πηγαί ἐκ τοῦ Τιταρίου ὄρους ἄρχονται, ὃ ἐστὶ συν-εχὲς τῷ Ὀλύμπῳ· καὶ ἐστὶν ὁ μὲν Ὄλυμπος τῆς Μακεδονίας, ἡ δὲ Ὄσσα τῆς Θεσσαλίας καὶ τὸ Πή-λιον.