Ancient Greek
658.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 658.1
Unproofread scanNot analysed yet
δ ἐκ Παγῶν τῶν Μεγαρικῶν εἰς Νίσαϊαν, τὸ Μεγαρέων ἐκίνειον, ὑπερβολὴ σταδίων ρκ' ἀπὸ θαλάττης τῆς Κορινθίας ἐπὶ θάλατταν τὴν Σαρωνικὴν· τρίτη δ' ἡ καὶ ταύτην περιέχουσα, [τὸν δὲ ἰσθμὸν ἔχουσα] ἀπὸ τοῦ μυχοῦ τοῦ Κρισαίου κόλπου μέχρι Θερμοπυλῶν ἡ ἐπινευμένη εὐθεῖα γραμμὴ δσον φη' σταδίων, τὴν μὲν [Ἀττικὴν καὶ] Βοιωτίαν ἅπασαν ἔντος ἀπολαμβάνουσα, τὴν δὲ Φωκίδα σέμνουσα λοξῇν καὶ τοὺς Ἐπικνημιδίοὺς Λοκρούς· τετάρτη δ' ἡ ἀπὸ τοῦ Ἀμπρακικοῦ κόλπου διὰ τῆς Οἴτης καὶ τῆς Τραχινίας εἰς τὸν Μαλιακὸν κόλπον καθήκοντα ἔχουσα τὸν ἰσθμὸν καὶ τὰς Θερμοπύλας, δσον ω' ὄντα σταδίων. Παιώνων δὲ ἡ α' ἄλλος ἐστίν, ἀπὸ τοῦ αὐτοῦ κόλπου τοῦ Ἀμπρακικοῦ διὰ Θετταλῶν καὶ Μακεδόνων εἰς τὸν Θερμαΐον διήκων μυχόν.