Ancient Greek
658.5
TIMOTHEUS, timotheus_defluviis_ggm2 658.5
Unproofread scanNot analysed yet
5. Ὅτι μετὰ τὴν Κυλλήνην πρὸς νότον ὁ Σελλήσις ἐστὶ ποταμός, βέων ἐκ Φολόης διὰ πόλεως Ἐφύρας, ἑτέρας οὕσης τῆς Θετταλικῆς καὶ τῆς Θεσπρωτικῆς καὶ τῆς Κορίνθου· καὶ περὶ ταύτης λέγει Ὀμηρος· «τὴν ἔγεν' ἐξ Ἐφύρας, ποταμοῦ ἀπὸ Σελλήνεντος. »Ἔχει δὲ καὶ Ὀδυσσεὺς ψύχετο· «φάρμακον ἀνδροφόνον διζήμενος. »καὶ δὴ καὶ περὶ ταύτης λέγουσιν οἱ μνηστῆρες· «ἥδ καὶ εἰς Ἐφύρην ἔλθοι πίετραν ἄρουραν, Ὀφρ' ἔνθεν θυμοφθόρα φάρμακ' ἐνείκη. »Ἐκεῖθεν ἤν καὶ ἡ τοῦ Αὐγείου θυγάτηρ· «ἥ τόσα φάρμαχα ἤδει, δσα τρέφει αὐραία χθών. »Πρὸ δὲ αὐτοῦ καὶ ὁ Μινέως ποταμὸς ἐστίν· εἶτα ἡ Χελωνάτας ἄκρα πρὸς νότον, καὶ Πύλος ἕτερος τοῦ Μεσσηνιακοῦ τοῦ Νέστορα θρέψαντος. Τρεῖς γὰρ εἰσὶ Πύλοι, ως καὶ τὸ ἔπος δλοῖ· «ἐστὶ Πύλος πρὸ Πύλοιο, Πύλος γε μέν ἐστι καὶ ἄλλος, »δ τε Μεσσηνιακὸς καὶ ὁ τῆς Ἠλίδος καὶ ὁ Τριφυλιακός.