Ancient Greek
660.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 660.2
Unproofread scanNot analysed yet
19. Ὅτι δὲ ἐν Ὀλυμπίᾳ Ζεὺς μέγιστος ἐλεφαντίνος, ἔργον Φειδίου τοῦ Χαρμίδου Ἀθηναίου θαυμασιώτατον ἐποίησε δ’ αὐτὸν δὲ Φειδίας, ὡς ἔλεγε, πρὸς τὸ παρ’ Ὁμήρῳ παράδειγμα, τὸ «Ἦ, καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι νεῦσε Κρονίων, Ἀμβροσίαι δ’ ἤρα χαίται ἐπερρώσαντο ἀνακτος Κρατὸς ἐπ’ ἀθανάτοιο· μέγαν δ’ ἐλέλιξεν Ὀλυμπον· »ἐνδείκνυται γὰρ διὰ τούτων τὴν τῆς δυνάμεως ὑπεροχὴν, συμπαθουσῶν καὶ τῶν τριγών. Ἐπὶ δὲ τῆς Ἥρας διὰ τὴν ὑψῆσιν, φησί, τῆς δυνάμεως λέγει Ὀμηρος· «Σείσατο δ’ εἰνὶ ὀφρύσι, ἐλέλιξε δὲ μακρὸν Ὀλυμπον· »πολὺ γὰρ ὑπερβάλλει τὸ νεύματι μόνῳ σείειν καὶ τὸ δῆπν αὐτὴν σείεσθαι ἐν τῷ θρόνῳ καὶ ποιεῖν τὸ αὐτό.