Ancient Greek
661.2 to 661.4
TIMOTHEUS, timotheus_defluviis_ggm2 661.2-4
Unproofread scanNot analysed yet
25. "Ὅτι ἡ Ἰθώμη πόλις ἐμφερὴς ἐστὶ τῇ Κορίνθῳ· περὶ ἧς Δημήτριος ὁ Φαληρεὺς πρὸς Φίλιππον τὸν Δημητρίου εἶπεν, ὅτι «Δεῖ σε τούτων τῶν δύο ἑχεσθαι πόλεων, εἴπερ ἐπιθυμεῖς τῆς Πελοποννήσου ἀρχῆς· κρατήσας γὰρ, φησί, τῶν κεράτων ἀμφοῖν, καθέξεις τὸν βοῦν.» 26. "Ὅτι αἱ Θυρίδες ἐν τῷ Μεσσηνιακῷ εἰσι κόλπῳ ἔντος τοῦ Ταϊνάρου· μεταξὺ δὲ τοῦ Ταϊνάρου καὶ τῆς Μαλέας ὁ Λακωνικὸς ἐστὶ κόλπος. 27. "Ὅτι ἀπὸ Ταϊνάρου εἰς Φυκούντα, ἄκραν τῆς Κυρηναίας, πρὸς νότον διαρμὰ ἐστι σταδίων γ'· εἰς δὲ Πάγυνον τῆς Σικελίας, ὀχ'· εἰς δὲ Μαλέαν πρὸς ἀνατολὰς χ'· κατακωλύποντι· εἰς δὲ Ὄνου γνάθον, ταπεινὴν γερόνησον ἐνδοτέρας τῶν Μαλέων, φκ'.