Ancient Greek
661.6
TIMOTHEUS, timotheus_defluviis_ggm2 661.6
Unproofread scanNot analysed yet
29. "Ὅτι ἡ Μαλέα ἄκρα μεταξὺ κεῖται τῶν δύο κόλπων, Λακωνικοῦ τε καὶ Ἀργολικοῦ. 30. "Ὅτι τὸ Ἄργος παρ' Ὁμήρῳ πολλὰ σημαίνει· οἷον ἡ πόλις αὐτή· «Ἄργος τε Σπάρτη τε·» καὶ Ἄργος ἡ Πελοπόννησος, οἷον· «ἡμετέρω ἐνὶ οἴκῳ, ἐν Ἄργει·» καὶ Ἄργος ἡ Θετταλία, οἷον· «νῦν δὲ αὐτοὺς, ὅσοι τὸ Πελασγικὸν Ἄργος ἔνατον·» καὶ ὅλη δὲ ἡ Ἑλλὰς οὕτως καλεῖται παρ' αὐτῷ Ἄργος· Ἀργειοὺς γὰρ καλεῖ τοὺς Ἕλληνας πάντας, ὡς καὶ Δαναοὺς καὶ Ἀχαιοὺς.