Ancient Greek
663.2 to 663.5
TIMOTHEUS, timotheus_defluviis_ggm2 663.2-5
Unproofread scanNot analysed yet
4 "Ὅτι πρὸ τοῦ Σουνίου τῆς Ἀττικῆς νῆσός ἐστι τραχεῖα καὶ ἄρημος, Ἑλένη ὄνομα, καὶ φασὶ περὶ αὐτῆς λέγειν τὸν Ὀμηρον· «νῆσφ δ’ ἐν Κρανᾷ ἐμίγην φιλόττη καὶ εὐνή. »5 "Ὅτι τῆς Ἀττικῆς δρῆ εἰσὶν ὀνομαστά ε’, Ὑμηττός, Πάρνης, Κορυδαλλός, Βριλησσός, Λυκαβηττός. 6 "Ὅτι ἡ Βοιωτία τριβλάσποδός ἐστι· κλύζεται γὰρ τῇ τε Κρισαίᾳ ἐκ νότου καὶ τῇ Μυρτώᾳ ἀπὸ Γεραϊστοῦ μέχρι Εὐρίπου καὶ τῇ Μαλιαχῇ ἀπὸ Εὐρίπου μέχρι ποταμοῦ Σπερχειοῦ. 7 "Ὅτι παροιμία ἐστὶ, Θράκια παρεῦρεσιν· οἱ γὰρ Θρᾷκες, ἔσπονδοι Πελασγοῖς γεγεγότας ἐπὶ ῥητάς τινας ἡμέρας, νύκτωρ ἐπέθεντο· ἀποχωροῦντες δ’ ὑπὸ Πελασγῶν καὶ τῇ ἑξῆς ἐγκαλούμενοι ἔφασαν· Ἄλλ’ οὐχὶ ταῖς νυξὶν ἀγεν ἐλήφην ὁμόσαμεν.